Aesop and Aesopica

Fables, Fabula 379

ἀνὴρ δειλὸς ἐπὶ πόλεμον ἐξῄει. φθεγξαμένων δὲ κοράκων, τὰ ὅπλα θεὶς ἡσύχαζεν. εἶτα ἀναλαβὼν αὖθις ἐξῄει, καὶ φθεγγομένων πάλιν ὑπέστη, καὶ τέλος εἶπεν · ὑμεῖς κεκράξεσθε μὲν μέγιστον ὡς δυνατὸν, ἐμοῦ δὲ οὐ γεύσεσθε.