λέων γηράσας ἐνόσει κατακεκλιμένος ἐν ἂντρῳ · παρῆσαν δ’ἐπισκεψόμενα τὸν βασιλέα πλὴν ἀλώπεκος τα- τἄλλα τῶν ζώων. ὁ τοίνυν λύκος λαβόμενος εὐκαιρίας, κατηγόρει παρὰ τῷ λέοντι τῆς ἀλώπεκος, ἅτε δὴ παρ’οὐδὲν τιθεμένης τὸν πάντων αὐτῶν κρατοῦντα, καὶ διὰ ταῦτα μη δ’εἰς ἐπίσκεψιν ἀφιγμένης. ἐν τοσούτῳ δὲ παρῆν καὶ ἡ ἀλώπηξ, καὶ τῶν τελευταίων ἠκροάσατο τοῦ λύκου ῥημάτων. ὁ μὲν οὖν λέων κατ’αὐτῆς ἐβρυχᾶτο · ἡ δ’ἀπολογίας καιρὸν αἰτήσασα “καὶ τίς σε” ἔφη “τῶν συνελθόντων τοσοῦτον ὠφέλησεν, ὅσον ἐγὼ, πανταχόσε περινοστήσασα καὶ θεραπείαν ὑπὲρ σοῦ παρ’ἰατροῦ ζητήσασα καὶ μαθοῦσα”; τοῦ δὲ λέοντος εὐθὺς τὴν θεραπείαν εἰπεῖν κελεύσαντος, ἐκείνη φησίν · “εἰ λύκον ζῶντα ἐκδείρας τὴν αὐτοῦ δορὰν θερμὴν ἀμφιέσῃ”. καὶ τοῦ λύκου αὐτίκα νεκροῦ κειμένου, ἡ ἀλώπηξ γελῶσα εἶπεν οὕτως · “οὐ χρὴ τὸν δεσπότην πρὸς δυσμένειαν παρακινεῖν, ἀλλὰ πρὸς εὐμένειαν”. ὁ μῦθος δηλοῖ, ὅτι ὁ καθ’ἑτέρου μηχανώμενος καθ’ἑαυτοῦ τὴν πάγην περιτρέπει.