ἔλαφος νόσῳ περιπεσοῦσα, ἐπί τινος τόπου πεδινοῦ κατεκέκλιτο. τινὰ δὲ τῶν θηρίων εἰς θέαν αὐτῆς ἐλθόντα, τὴν παρακειμένην τῇ ἐλάφῳ νομὴν κατεβοσκήθησαν · εἶτα ἐκείνη τῆς νόσου ἀπαλλαγεῖσα, τῇ ἐνδείᾳ δεινῶς κατετρύχετο, καὶ τῇ νομῇ τὸ ζῆν προσαπώλεσεν. ὁ μῦθος δηλοῖ, ὡς οἱ περιττοὺς καὶ ἀνονήτους κτώμενοι φίλους ἀντὶ κέρδους ὑπ’αὐτῶν ζημίαν μᾶλλον ὑφίστανται.