μυσὶ καὶ γαλαῖς πόλεμος ἦν. ἀεὶ δὲ οἱ μύες ἡττώμενοι, ἐπειδὴ συνῆλθον εἰς τα- ταὐτὸν, ὑπέλαβον, ὅτι δι’ἀναρχίαν τοῦτο πάσχουσιν · ὅθεν ἐπιλεξάμενοί τινας ἑαυτῶν στρατηγοὺς ἐχειροτόνησαν · οἱ δὲ βουλόμενοι ἐπισημότεροι τῶν ἄλλων εἶναι, κέρατα κατασκευάσαντες ἑαυτοῖς συνῆψαν. ἐνστάσης δὲ τῆς μάχης, συνέβη πάντας τοὺς μύας ἡττηθῆναι. οἱ μὲν οὖν ἄλλοι πάντες ῥᾳδίως εἰσέδυνον · οἱ δὲ στρατηγοὶ, μὴ δυνάμενοι εἰσελθεῖν διὰ τὰ κέρατα αὑτῶν, συλλαμβανόμενοι κατησθίοντο. οὕτω πολλοῖς ἡ κενοδοξία κακῶν αἰτία διὰ φιληδονίαν γίνεται.