Aesop and Aesopica

Fables, Fabula 33b

κερδὼ βότρυν βλέπουσα μακρᾶς ἀμπέλου, πρὸς ὕψος ἦρτο, καὶ καμοῦσα πολλάκις ἑλεῖν ἀπεῖπε · πρὸς ἑαυτὴν ταῦτ’ἔφη · “μὴ κάμνε · ῥᾶγες ὀμφακίζουσιν μάλα”. πρὸς τοὺς ποιοῦντας τὴν ἀνάγκην φιλοτιμίαν.