Aesop and Aesopica

Fables, Fabula 82b

ἥλιος τὸν βορέαν ἐνίκησεν. γὰρ ἄνθρωπος, τοῦ μὲν ἀνέμου βιαζομένου τὸ ἱμάτιον ἀφελέσθαι καὶ λαμπρὸν καταπνέοντος, μᾶλλον ἔσφιγγε καὶ συνεῖχε τὴν περιβολήν. τοῦ δὲ ἡλίου μετὰ τὸ πνεῦμα θερμοῦ γενομένου θαλπόμενος, εἶτα καυματιζόμενος, καὶ τὸν χιτῶνα τῷ ἱματίῳ προσαπεδύσατο. τοῦτο ποιοῦσιν αἱ πλεῖσται γυναῖκες. ἀφαιρουμένοις τοῖς ἀνδράσι βίᾳ τὴν τρυφὴν καὶ πολυτέλειαν διαμάχονται καὶ χαλεπαίνουσιν · ἂν δὲ πείθωνται μετὰ λόγου, πρᾴως ἀποτίθενται καὶ μετριάζουσιν.