Aesop and Aesopica

Fables, Fabula 288

ἐν κοίλῃ δρυῒ μέλι κατειργάζοντο μέλισσαι. ποιμὴν δέ τις αὐταῖς ἐργαζομέναις περιτυχὼν, ἀφελέσθαι προῃρεῖτο τοῦ μέλιτος · αἱ δὲ ἄλλοθεν ἄλλαι περιιπτάμεναι αὐτὸν ὤθουν τοῖς κέντροις. καὶ τελευταῖον ποιμὴν ἄπειμι ἔφη μηδὲν δεόμενος μέλιτος, εἰ δεῖ μελίσσαις περιτυχεῖν. τὰ κακὰ κέρδη τοῖς διώκουσι κίνδυνος.