κλέπται εἴς τινα εἰσελθόντες οἰκίαν, οὐδὲν εὗρον, ὅτι μὴ ἀλεκτρυόνα, καὶ τοῦτον λαβόντες ἀπῄεσαν. ὁ δὲ μέλλων ὑπ’αὐτῶν θύεσθαι, ἐδεῖτο, ὡς ἂν αὐτὸν ἀπολύσωσι, λέγων, χρήσιμος εἶναι τοῖς ἀνθρώποις, νυκτὸς αὐτοὺς ἐπὶ τὰ ἔργα ἐγείρων. οἱ δὲ ἔφασαν · “ἀλλὰ διὰ τοῦτό σε μᾶλλον θύομεν · ἐκείνους γὰρ ἐγείρων, κλέπτειν ἡμᾶς οὐκ ἐᾷς”. ὁ μῦθος δηλοῖ, ὅτι ταῦτα μάλιστα τοῖς πονηροῖς ἐναντιοῦται, ἃ τοῖς χρηστοῖς ἐστιν εὐεργετήματα.