Aesop and Aesopica

Fables, Fabula 385

ῥοιὰ καὶ μηλέα περὶ εὐκαρπίας ἤριζον · πολλοῦ δὲ τοῦ νείκους ἀναφθέντος, βάτος ἐκ τοῦ πλησίον φραγμοῦ ἀκούσασα εἶπεν · ἀλλ’, φίλαι, παυσώμεθά ποτε μαχόμεναι. οὕτω παρὰ τὰς τῶν ἀμεινόνων στάσεις καὶ οἱ μηδενὸς ἄξιοι πειρῶνταί τινες εἶναι.