ἀετός ποτε ἑάλω ὑπ’ἀνθρώπου, ὅστις τὰ πτερὰ αὐτοῦ εὐθέως τίλας, εἴασεν αὐτὸν ἐν οἴκῳ σὺν ὄρνισιν · ὁ δὲ κατηφὴς ἐκ τῆς λύπης ὑπῆρχεν. ἕτερος δέ τις τοῦτον ἐξαγοράσας, ἀνεπτέρωσε τὸν ἀετὸν αὐτίκα. ὁ δὲ πετασθεὶς καὶ λαγωὸν ἁρπάσας, ἤνεγκεν εὐθὺς δῶρον τῷ εὐ εργέτῃ. τοῦτο ἀλώπηξ κατιδοῦσα ἐβόα · “μὴ τοῦτον σὺ ξένιζε, ἀλλὰ τὸν πρῶτον, μήπως ὁ αὐτός σε πάλιν κυνηγήσῃ, καὶ αὖθις τὰ πτερὰ τὰ σὰ κατερημώσῃ”. ὁ μῦθος δηλοῖ, ὅτι δεῖ χρηστὰς ἀμοιβὰς τοῖς εὐεργέταις παρέχειν, τοὺς δὲ κακοὺς ἐκκλίνειν.