ἔν τινι μυρσινῶνι κίχλα ἐνέμετο · διὰ δὲ τὴν γλυκύτητα τοῦ καρποῦ οὐκ ἀφίστατο. ἰξευτὴς δὲ παρατηρησάμενος ἐμφιλοχωροῦσαν ἰξεύσας συνέλαβε · καὶ δὴ μέλλουσα ἀναιρεῖσθαι ἔφη · “δειλαία εἰμὶ, ἥτις διὰ τροφῆς γλυκύτητα ζωῆς στερίσκομαι”. ὁ λόγος εὔκαιρος πρὸς ἄνδρα ἄσωτον, δι’ἡδυπάθειαν ἀπολωλεκότα ἑαυτόν.