Aesop and Aesopica

Fables, Fabula 174

γέρων ἵππος ἐπράθη πρὸς τὸ ἀλήθειν. ζευχθεὶς δὲ ἐν τῷ μυλῶνι, στενάζων εἶπεν · “ἐξ οἵων δρόμων εἰς οἵους καμπτῆρας ἦλθον”. ὅτι μὴ λίαν ἐπαιρέσθω τις πρὸς τὸ τῆς ἀκμῆς ἢ τῆς δόξης δυνατόν · πολλοῖς γὰρ τὸ γῆρας ἐν κόποις ἀνηλώθη.