Aesop and Aesopica

Fables, Fabula 389

σελήνη ποτὲ ἐδεῖτο τῆς ἑαυτῆς μητρὸς, ὅπως αὐτῇ χιτώνιον ὑφάνῃ σύμμετρον. δ’εἶπεν · καὶ πῶς σύμμετρον ὑφήνω; νῦν μὲν γὰρ ὁρῶ σε πανσέληνον, αὖθις δὲ μηνοειδῆ, ποτὲ δ’ἀμφίκυρτον. οὕτω καὶ πρὸς ἄνθρωπον ἀνόητον καὶ φαῦλον οὐδέν ἐστι μέτρον οὐσίας · ἄλλοτε γὰρ ἄλλος ἐστὶ ταῖς χρείαις διὰ τὰς ἐπιθυμίας καὶ τὰς τύχας.