Aesop and Aesopica

Fables, Fabula 35

ἀλώπηξ κυνηγοὺς φεύγουσα ὡς ἐθεάσατό τινα δρυτόμον, τοῦτον ἱκέτευε κατακρύψαι αὐτήν · δ’αὐτῇ παρῄνεσεν, εἰς τὴν ἑαυτοῦ καλύβην εἰσελθοῦσαν κρυβῆναι. μετ’οὐ πολὺ δὲ παραγενομένων τῶν κυνηγῶν καὶ τοῦ δρυτόμου πυνθανομένων, εἰ τεθέατα ἀλώπεκα τῇδε παριοῦσαν, ἐκεῖνος τῇ μὲν φωνῇ ἡρνεῖτο ἑωρακέναι, τῇ δὲ χειρὶ νεύων ἐσήμαινεν ὅπου κατεκέκρυπτο. τῶν δὲ οὐχ οἷς ἔνευε προσσχόντων, ἀλλ’οἷς ἔλεγε πιστευσάντων, ἀλώπηξ ἰδοῦσα αὐτοὺς ἁπαλλαγέντας, ἐξελθοῦσα ἀπροσφωνητὶ ἐπορεύετο · μεμφομένου δ’αὐτὴν τοῦ δρυτόμου, εἴγε διασωθεῖσα ὑπ’αὐτοῦ οὐ δὲ φωνῆς αὐτὸν ἠξίωσεν, ἔφη · ἀλλ’ἔγωγε ηὐχαρίστησα ἄν σοι, εἰ τοῖς λόγοις ὅμοια τὰ ἔργα τῶν χειρῶν καὶ τοὺς τρόπους εἶχες. τούτῳ τῷ λόγῳ χρήσαιτ’ἄν τις πρὸς ἐκείνους τῶν ἀνθρώπων, οἵτινες τὰ μὲν χρηστὰ σαφῶς ἐπαγγέλλονται, ἔργα δὲ φαῦλα δρῶσιν.