Aesop and Aesopica

Fables, Fabula 98b

ἀνὴρ γεωργὸς μέλλων τελευτᾶν καὶ βουλόμενος τοὺς αὐτοῦ παῖδας ἐμπείρους ποιῆσαι τῆς γεωργίας, μετακαλεσάμενος αὐτοὺς ἔφη · τεκνία μου, ἐν ἐνί μου τῶν ἀμπελώνων θησαυρὸς ἀπόκειται. οἱ δὲ μετὰ τὴν αὐτοῦ τελευτὴν ὕνναςτε καὶ δικέλλας λαβόντες πᾶσαν αὐτῶν τὴν γεωργίαν ὤρυξαν, καὶ τὸν μὲν θησαυρὸν οὐχ εὗρον, δ’ἄμπελος πολλαπλασίονα τὴν φορὰν αὐτοῖς ἀντεδίδου. λόγος δηλοῖ, ὅτι κάματος θησαυρός ἐστι τοῖς ἀνθρώποις