Aesop and Aesopica

Fables, Fabula 165

ἀνήρ τις θηρευτὴς, λύκον θεασάμενος προσβάλλοντα τῇ ποίμνῃ, καὶ πλεῖστα τῶν προβάτων, ὡς δυωατὸν, διασπαράττοντα, τοῦτον εὐμηχάνως θηρεύει, καὶ τοὺς κύνας αὐτῷ ἐπαφίησι, φθεγξάμενος πρὸς αὐτόν · δειλότατον θηρίον, ποῦ σου προσβαλοῦσα ἰσχὺς, ὅτι τοῖς κυσὶν ὅλως ἀντιστῆναι οὐκ ἠδυνήθης; μῦθος δηλοῖ, ὡς τῶν ἀνθρώπων ἕκαστος ἐν τῇ ἰδίᾳ τέχνῃ καθέστηκε δόκιμος.