Aesop and Aesopica

Fables, Fabula 32

ἀλώπηξ φραγμὸν ἀναβαίνουσα, ἐπειδὴ ὀλισθαίνειν ἔμελλε, βάτου ἐπελάβετο. ξυσθεῖσα δὲ τὸ πέλμα καὶ δεινῶς διατεθεῖσα, ᾐτιᾶτο αὐτὴν, εἴ γε καταφυγοῦσα ἐπ’αὐτὴν ὡς ἐπὶ βοηθὸν χείρονι αὐτῇ ἐχρήσατο καὶ τοῦ προκειμένου. καὶ βάτος ὑποτυχοῦσα εἶπεν · ἀλλ’ἐσφάλης τῶν φρενῶν, αὕτη, ἐμοῦ ἐπιλαβέσθαι βουληθεῖσα, ἥτις πάντων ἐπιλαμβάνεσθαι εἴωθα. οὕτω καὶ τῶν ἀνθρώπων μάταιοί εἰσιν ὅσοι τούτοις ὡς βοηθοῖς προσφεύγουσιν, οἷς τὸ ἀδικεῖν μᾶλλόν ἐστιν ἔμφυτον.