Aesop and Aesopica

Fables, Fabula 353b

ποιμὴν, ἐξελαύνων αὑτοῦ τὴν ποίμνην ἀπό τινος κώμης πορρωτέρω, διετέλει τοιαύτῃ παιδιᾷ χρώμενος. ἐπιβοώμενος γὰρ τοὺς πολίτας ἐπὶ βοήθειαν, ἔλεγεν, ὡς λύκοι τοῖς προβάτοις ἐπήλθοσαν. δὶς καὶ τρὶς τῶν ἐκ τῆς κώμης ἐκπλαγέντων καὶ ἐκπηδησάντων, εἶτα μετὰ γέλωτος ἀπαλλαγέντων, συνέβη τὸ τελευταῖον τῇ ἀληθείᾳ λύκους ἐπελθεῖν. ἀποτεμνομένης δὲ αὐτοῦ τῆς ποίμνης, καὶ αὐτοῦ ἐπιβοῶντος ἐπὶ βοηθείᾳ, ἐκεῖνοι ὑπολαβόντες αὐτὸν παίζειν κατὰ τὸ ἔθος, ἧττον ἐφρόντιζον. καὶ οὕτως συνέβη αὐτὸν ἀπολέσαι τὰ πρόβατα. λόγος δηλοῖ, ὅτι τοῦτο κερδαίνουσιν οἱ ψευδόμενοι, τὸ μη δὲ ὅταν ἀληθεύωσι πιστεύεσθαι.