Aesop and Aesopica

Fables, Fabula 16b

ὄρνις δήποτε κατακλιθεὶς ἠρρώστει · εἰς ὃν αἴλουρος προκύψας ἔφη ταῦτα · πῶς ἔχεις, φίλε; τί δέ σοι; ἐάν τι χρήζῃς, ἀνάγγειλόν μοι, καὶ πάντα σοι παρέξω · ὅμως ἔγειρε, καὶ τεύξῃ τῆς ὑγιείας. δὲ ἀπεκρίθη πρὸς τὸν αἴλουρον ταῦτα · ἐὰν σὺ παρέλθῃς, ἐγὼ οὐκ ἀποθνήσκω · ζωὴν γὰρ ζήσω δορκάδος ὑπερτέραν. τοὺς δολίους ὑποκριτὰς, τοὺς λέγοντας φιλεῖν, μῦθος ἐλέγχει.