μυῖα ἐμπεσοῦσα εἰς χύτραν κρέατος, ἐπειδὴ ὑπὸ τοῦ ζωμοῦ ἀποπνίγεσθαι ἤμελλεν, ἔφη πρὸς ἑαυτήν “ἀλλ’ἔγωγε καὶ βέβρωκα καὶ πέπωκα καὶ λέλουμαι, καὶ θνησκούσῃ οὐ μέλει μοι”. ὁ λόγος δηλοῖ, ὅτι ῥᾳδίως φέρουσι τὸν θάνατον οἱ ἄνθρωποι, ὅταν ἀβασανίστως παρακολουθῶσι.