ποιμὴν ἀνὴρ καὶ μάγειρος ἐβάδιζον ἄμφω κοινὴν ὁδόν. ἰδόντες δὲ ἐκ ποίμνης ἄρνα εὐτραφῆ πλανώμενον, ἀπολειφοθέντα τῶν συννόμων, ὤσαντο ἐπ’αὐτὸν ἄμφω · ἦν δ’ἄρα τότε ὁμόφωνα καὶ τὰ θηρία τοῖς ἀνθρώποις. ἐρωτᾷ ὁ ἀμνὸς, τίς ὢν ἑκάτερος ἐθέλει αὐτὸν μεταχειρίσασθαι καὶ ἄγειν. ὡς δὲ ἐπύθετο τα- τἀληθῆ αὐτὰ καὶ ἀμφοῖν τὴν τέχνην, φέρων ἑαυτὸν ἐπιτρέπει τῷ ποιμένι, λέγων πρὸς τὸν μάγειρον · “σὺ μὲν γὰρ δήμιός τις εἶ καὶ μιαιφόνος τῆς ἀρνῶν ποίμνης, τούτῳ δ’ἐξαρκέσειεν ἂν καλῶς τὰ ἡμέτερα ἔθη”.