ἀγαθὰ πάντα ὑπὸ τῶν κακῶν ἐδιώχθη, ὡς ἀσθενῆ ὄντα · εἰς οὐρανὸν δὲ ἀνῆλθον. καὶ τα- τἀγαθὰ ἠρώτησαν τὸν Δία, πῶς εἶναι δεῖ μετὰ ἀνθρώπων. ὁ δὲ εἶπε, μὴ μετ’ἀλλήλων πάντα, ἓν δὲ καθ’ἓν τοῖς ἀνθρώποις ἐπέρχεσθαι. διὰ τοῦτο τὰ μὲν κακὰ συνεχῆ τοῖς ἀνθρώποις, ὡς πλησίον ὄντα, ἐπέρχεται, τὰ δὲ ἀγαθὰ βράδιον ἐξ οὐρανοῦ κάτεισι. ὁ λόγος δηλοῖ, ὅτι ἀγαθῷ μὲν οὐδεὶς ταχέως ἐπιτυγχάνει, ὑπὸ δὲ τῶν κακῶν ἕκαστος καθ’ἑκάστην πλήττεται.