Aesop and Aesopica

Fables, Fabula 333

ὄνος, δορὰν λέοντος ἐπενδυθεὶς, λέων ἐνομίζετο πᾶσι · καὶ φυγὴ μὲν ἦν ἀνθρώπων, φυγὴ δὲ ποιμνίων. ὡς δὲ ἀνέμου πνεύσαντος δορὰ περιῃρέθη καὶ γυμνὸς ὄνος ἦν, τότε πάντες ἐπιδραμόντες ξύλοις καὶ ῥοπάλοις αὐτὸν ἔπαιον. ὅτι πένης καὶ ἰδιώτης ὤν, μὴ μιμοῦ τὰ τῶν πλουσίων, μή ποτε καταγελασθῇς καὶ κινδυνεύσῃς · τὸ γαρ ξένον ἀνοίκειον.