Aesop and Aesopica

Fables, Fabula 217

ἔχων τις δύο κύνας, τὸν μὲν θηρεύειν ἐδίδαξε, τὸν δὲ οἰκουρὸν ἐποίησε. καὶ δὴ, εἴ ποτε θηρευτικὸς ἐξιὼν πρὸς ἄγραν συνελάμβανέ τι, ἐκ τούτου μέρος καὶ τῷ ἑτέρῳ παρέβαλλεν. ἀγανακτοῦντος δὲ τοῦ θηρευτικοῦ, καὶ τὸν ἕτερον ὀνειδίζοντος, εἴγε αὐτὸς μὲν ἐξιὼν διόλου μοχθεῖ, δὲ οὐδὲν ποιῶν τοῖς ἑαυτοῦ πόνοις ἐντρυφᾷ, ἐκεῖνος ἔφη πρὸς αὐτόν · ἀλλὰ μὴ ἐμὲ μέμφου, τὸν δεσπότην δὲ, ὅς οὐ πονεῖν με ἐδίδαξεν, ἀλλ’ἀλλοτρίους πόνους ἐσθίειν. οὕτω καὶ τῶν παίδων οἱ ῥᾴθυμοι οὐ μεμπτέοι εἰσὶν, ὅταν αὐτοὺς οἱ γονεῖς οὕτως ἀγάγωσιν.