Aesop and Aesopica

Fables, Fabula 238

θάμνου λαγωὸν λασιόπουν ἀναστήσας κύων ἐδίωκεν οὐκ ἄπειρος ἀγρεύειν, δρόμῳ δ’ἐλείφθη. καί τις αἰπόλος σκώπτων “ὁ πηλίκος σου” φησὶν “εὑρέθη θάσσων”. ὁ δ’εἶπεν · “ἄλλως ἄλλον ἁρπάσαι σπεύδων τρέχει τις, ἄλλως δ’αὑτὸν ἐκ κακοῦ σώζων”.