Aesop and Aesopica

Fables, Fabula 203b

ἀνὴρ πένταθλος ἐπ’ἀνανδρίᾳ ἑκάστοτε ὑπὸ τῶν πολιτῶν ὀνειδιζόμενος, ἀποδημήσας ποτὲ καὶ μετὰ χρόνον ἐπανελθὼν, ἀλαζονευόμενος ἔλεγεν, ὡς πολλὰ μὲν) καὶ ἐν ἄλλαις πόλεσιν ἀνδραγαθήσας ἐν τῇ Ῥόδῳ τοιοῦτον ἥλατο πήδημα, ὡς μηδένα τῶν Ὀλυμπιονικῶν ἐφικέσθαι · καὶ τούτου μάρτυρας ἔφη παρέξεσθαι τοὺς παρατετυχηκότας ἄνδρας, ἄν ἄρα ποτὲ ἐπιδημήσωσι. τῶν δὲ παρόντων τις ὑποτυχὼν ἔφη πρὸς αὐτόν · ἀλλ’ φίλε, εἰ τοῦτο ἀληθές ἐστιν, οὐδὲν δεῖ σοι μαρτύρων · αὕτη γὰρ Ῥόδος καὶ πήδημα. λόγος δηλοῖ, ὅτι, ὧν πρόχειρος δι’ἔργων πεῖρα, περὶ τούτων πᾶς λόγος περιττός ἐστι.