παιδίον πρόβατα νέμον, ὡς λύκον ἐρχόμενον πρὸς διαφθορὰν ὁρῶν, ἐπικαλούμενον τούς ἀγρότας ἔλεγε · “βοηθεῖτε ὧδε · ἔρχεται λύκος”. οἱ δὲ ἀγρόται τρέχοντες τοῦτον εὕρισκον μὴ ἀληθεύειν. τοῦτο δὲ ποιήσαντος πολλάκις, εὕρισκον ψευδόμενον. μετὰ δὲ ταῦτα τοῦ λύκου προσελθόντος, καὶ τοῦ παιδὸς βοῶντος “δεῦτε, λύκος,” οὐκέτι τις ἐπίστευε προσδραμεῖν αὐτῷ καὶ βοηθῆσαι. ὁ δὲ λύκος εὑρηκὼς ἄδειαν τὴν ποίμνην πᾶσαν διέφθειρεν εὐκόλως. ὅτι τοσοῦτον ὄφελος τῷ ψεύστῃ, ὅτι καὶ ἀληθῆ λέγων πολλάκις οὐ πιστεύεται.