Aesop and Aesopica

Fables, Fabula 78

ὄντος ποτὲ βατράχου ἐν τῇ λίμνῃ, καὶ τοῖς ζώοις πᾶσιν ἀναβοήσαντος, ἔγὼ ἰατρός εἰμι φαρμάκων ἐπιστήμων, ἀλώπηξ ἀκούσασα ἔφη · πῶς σὺ ἄλλους σώσεις, σαυτὸν χωλὸν ὄντα μὴ θεραπεύων; μῦθος δηλοῖ, ὅτι παιδείας ἀμύητος ὑπάρχων, πῶς ἄλλους παιδεῦσαι δυνήσεται;