ἄνθρωπός τις ἡτοίμαζε δεῖπνον, ἑστιάσων τινα τῶν φίλων αὐτῷ καὶ οἰκείων. ὁ δὲ κύων αὐτοῦ ἄλλον κύνα ἐκάλει, λέγων · “ὦ φίλε, δεῦρο συνδείπνησόν μοι”. ὁ δὲ προσελθὼν χαίρων ἵστατο, βλέπων τὸ μέγα δεῖπνον, βοῶν ἐν τῇ καρδίᾳ · “βαβαὶ, πόση μοι χαρὰ ἄρτι ἐξαπιναίως ἐφάνη · τραφήσομαίτε γὰρ, καὶ εἰς κόρον δειπνήσω, ὥστε με αὔριον μηδαμῆ γε πεινᾶσαι”. ταῦτα καθ’ἑαυτὸν λέγοντος τοῦ κυνὸς, καὶ ἅμα σείοντος τὴν κέρκον, ὡς δὴ εἰς τὸν φίλον θαρροῦντος, ὁ μάγειρος, ὡς εἶδε τοῦτον ὧδε κα- κἀκεῖσε τὴν κέρκον περιστρέφοντα, κατασχών τὰ σκέλη αὐτοῦ, ἔρριψε παραχρῆμα ἔξωθεν τῶν θυρίδων. ὁ δὲ κατιὼν ἀπῄει μεγάλως κράζων. τῶν τις δὲ κυνῶν, τῶν καθ’ὁδὸν αὐτῷ συναντώντων, ἐπηρώτα · “πῶς ἐδείπνησας, φίλος”; ὁ δὲ πρὸς αὐτὸν ὑπολαβὼν ἔφη · “ἐκ τῆς πολλῆς πόσεως μεθυσθεὶς ὑπὲρ κόρον, οὐ δὲ τὴν ὁδὸν αὐτὴν, ὅθεν ἐξῆλθον, οἶδα”. ὁ μῦθος δηλοῖ, ὅτι οὐ δεῖ θαρρεῖν τοῖς ἐξ ἀλλοτρίων εὖ ποιεῖν ἐπαγγελλομένοις.