Aesop and Aesopica

Fables, Fabula 406

τὰς ὑαίνας φασὶ παρ’ἐνιαυτὸν ἀλλάττειν τὴν φύσιν, καὶ ποτὲ μὲν ἄρρενας γίνεσθαι, ποτὲ δὲ θηλείας. καὶ δή ποτε ἄρσην ὕαινα θηλείᾳ παρὰ φύσιν διελέχθη · δὲ ὑποτυχοῦσα ἔφη · ἀλλ, οὗτος, μὴ ταῦτα πρᾶττε, ὡς ἐγγύς τὰ αὐτὰ πεισόμενος. πρὸς ἄρχοντας λογοθετοῦντας τούς ὑπ’αὐτοὺς, καὶ πάλιν ἐκ τοῦ συμβεβηκότος αὐτοὺς ὑπ’ἐκείνων λογοθετουμένους.