Aesop and Aesopica

Fables, Fabula 42

ἀλώπηξ καὶ πάρδαλις περὶ κάλλους ἤριζον. τῆς δὲ παρδάλεως παρ’ἕκαστα τὴν τοῦ σώματος ποικιλίαν προβαλλομένης, ἀλώπηξ ὑποτυχοῦσα ἔφη · καὶ πόσον ἐγώ σου καλλίων ὑπάρχω, ἥτις οὐ τὸ σῶμα, τὴν δὲ ψυχὴν πεποίκιλμαι; λόγος δηλοῖ, ὅτι τοῦ σωματικοῦ κάλλους ἀμείνων ἐστὶν τῆς διανοίας κόσμος.