μύρμηξ ὁ νῦν τὸ παλαιὸν ἄνθρωπος ἦν · καὶ τῇ γεωργίᾳ προσέχων τοῖς ἰδίοις πόνοις οὐκ ἠρκεῖτο, ἀλλὰ καὶ τοῖς ἀλλοτρίοις ἐποφθαλμιῶν διετέλει, τοὺς τῶν γειτόνων καρποὺς ὑφαιρούμενος. ὁ δὲ Ζεὺς ἀγανακτήσας κατὰ τῆς πλεονεξίας αὐτοῦ μετεμόρφωσεν αὐτὸν εἰς τοῦτο τὸ ζῶον, ὃ καλεῖται μύρμηξ. ὁ δὲ καὶ τὴν μορφὴν ἀλλάξας τὴν διάθεσιν οὐ μετέβαλε · μέχρι γὰρ νῦν κατὰ τὰς ἀρούρας περιιὼν τοὺς πόνους τῶν ἄλλων συλλέγει καὶ ἑαυτῷ ἀποθησαυρίζει. ὁ λόγος δηλοῖ, ὅτι οἱ φύσει πονηροὶ, κα- κἂν τὰ μάλιστα κολάζωνται, τὸν τρόπον οὐκ ἀποτίθενται.