Aesop and Aesopica

Fables, Fabula 201

κολοιὸς, τῷ μεγέθει τῶν ἄλλων κολοιῶν διαφέρων, ὑπερφρονήσας τοὺς ὁμοφύλους παρεγένετο πρὸς τοὺς κόρακας, καὶ τούτοις ἠξίου συνδιαιτᾶσθαι. οἱ δὲ ἀγνοοῦντες αὐτοῦ τότε εἶδος καὶ τὴν φωνὴν παίοντες αὐτὸν ἐξέβαλον. καὶ ὅς ἀπελαθεὶς ὑπ’αὐτῶν ἧκε πάλιν εἰς τοὺς κολοιούς · οἱ δὲ ἀγανακτοῦντες ἐπὶ τῇ ὕβρει οὐ προσεδέξαντο αὐτόν · οὕτωτε συνέβη αὐτῷ τῆς μετ’ἀμφοτέρων διαίτης στερηθῆναι. οὕτω καὶ τῶν ἀνθρώπων οἱ τὰς πατρίδας ἀπολιμπάνοντες καὶ τὴν ἀλλοδαπὴν προκρίνοντες οὔτε ἐν ἐκείνοις εὐδοκιμοῦσι, καὶ ὑπὸ τῶν ἰδίων πολιτῶν ἀποστρέφονται.