πλούσιος βυρσοδέψῃ παρακείμενος, μὴ δυνάμενος τὴν δυσωδίαν φέρειν, ἐπέκειτο αὐτῷ, ἵνα μεταβῇ. ὁ δὲ ἀνεβάλλετο, λέγων μετ’ὀλίγον χρόνον μεταβήσεσθαι. τούτου δὲ συνεχῶς γενομένου, συνέβη τὸν πλούσιον ἐν συνηθείᾳ τῆς ὀσμῆς τούτου γενόμενον, μηκέτι αὐτῷ διενοχλεῖν. ὁ λόγος δηλοῖ, ὅτι ἡ συνήθεια καὶ τὰ δυσχερῆ τῶν πραγμάτων καταπραΰνει.