ἐν ἀρούρᾳ παγίδας γεωργὸς ἔστησε. θηρεύσας δὲ γεράνους, τούς τὸν σπόρον φθείροντας, σὺν αὐτοῖς καὶ πελαργὸν εἰλήφει. ὁ δὲ χωλεύων ἱκέτευεν ἀφεθῆναι λέγων · “οὐ γάρ εἰμι γέρανος · πελαργός εἰμι, εὐσεβέστατον ζῶον, ὃς τιμῶ τὸν πατέρα καὶ δουλεύω · ἴδε καὶ τὴν χροιὰν, ὡς οὐχ ὁμοία”. ὁ δ’ἔφη · “οὐκ οἶδα τί λέγεις · ἐγὼ σὺν οἷς εἴληφά σε, μετ’αὐτῶν καὶ ἀπολέσω”. ὅτι καλόν ἐστι φεύγειν, καὶ μὴ συγκοινωνεῖν ἀνδράσι κακοῖς, μή πως κινδύνοις σύν αὐτοῖς ἐμπέσῃς.