Aesop and Aesopica

Fables, Fabula 281

λύκος, τῶν λοιπῶν λύκων στρατηγήσας, πᾶσιν ἔταξε νόμον αὐτοῖς προτείνας, ἵν’, , τι τις αὐτῶν δηποτοῦν κυνηγήσῃ, εἰς μέσον ἀγάγῃ, καὶ μοιράσῃ τοῖς πᾶσι. ταῦτ’οὖν ὄνος ἀκηκοὼς, τὴν χαίτην ἔσεισε καὶ γελῶν ἔφη τάδε · καλῶς εἴρηκας, πρώταρχε τῶν λύκων · ἀλλὰ πῶς σὺ χθὲς ἣν ἐκράτησας ἄγραν, κοίτῃ παρέθου τῇ ἰδίᾳ λαθραίως εἰς τροφήν σοι; κόμισον ταύτην μερισθῆναι τοῖς πᾶσιν. δὲ θαμβηθεὶς κατέλυσε τοὺς νόμους. μῦθος δηλοῖ, ὅτι οἱ τοὺς νόμους ὁρίζειν δοκοῦντες, ἐν οἷς ἂν ὁρίζωσι καὶ δικάζωσιν, οὐκ ἐμμένουσιν.