Aesop and Aesopica

Fables, Fabula 303

νεβρὸς δήπστε πρὸς τὴν ἔλαφον εἶπε · σὺ τῷ μεγέθει μείζων κυνὸς τυγχάνεις καὶ ταχυτάτη καὶ ὀξεῖα πρὸς δρόμον, κέρατα δὲ πρὸς ἂμυναν κατέχεις · καὶ τί, μῆτερ, οὕτω φοβῇ τοὺς κύνας; δὲ πρὸς αὐτὸν ἔφη γελῶσα οὕτως · ὅτι μὲν ἐγὼ ταῦτα ἅπαντα ἔχω, εὖ οἶδα σαφῶς καὶ γινώσκω, τέκνον · ἐπὰν δὲ κυνὸς ὑλακῆς ἀκούσω, σκοτοῦμαι καὶ πρὸς φυγὴν τρέπομαι. μῦθος δηλοῖ, ὅτι τοὺς ἀνθρώπους τοὺς φύσει δειλοὺς οὐδεμία παραίνεσις ἀνθρώπου ἐπιρρώννυσι.