ἄνθρωπός τις εἶχεν ἵππον καὶ ὄνον. ὁδευόντων δὲ, ἐν τῇ ὁδῷ εἶπεν ὁ ὄνος τῷ ἵππῳ · “ἆρον ἐκτοῦ ἐμοῦ βάρους, εἰ θέλεις εἶναί με σῶν” · ὁ δὲ οὐκ ἐπείσθη · ὁ δὲ ὄνος, πεσὼν ἐκ τοῦ κόπου, ἐτελεύτησε. τοῦ δὲ δεσπότου πάντα ἐπιθέντος αὐτῷ, καὶ αὐτὴν τὴν τοῦ ὄνου δορὰν, θρηνῶν ὁ ἵππος ἐβόα · “οἴμοι τῷ παναθλίῳ, τί μοι συνέβη τῷ ταλαιπώρῳ; μὴ θελήσας γὰρ μικρὸν βάρος λαβεῖν, ἰδοὺ ἅπαντα βαστάζω, καὶ τὸ δέρμα”. ὁ μῦθος δηλοῖ, ὅτι τοῖς μικροῖς οἱ μεγάλοι συγκοινωνοῦντες ἀμφότεροι σωθήσονται ἐν βίῳ.