λύκος τροφῆς κεκορεσμένος, ἐπειδὴ ἐθεάσατο παιδίον ἐπὶ γῆς βεβλημένον, αἰσθόμενος ὅτι διὰ τὸν ἑαυτοῦ φόβον ἐπεπτώκει, προσελθὼν παρεθάρρυνεν αὐτὸ, λέγων ὡς, ἂν τρεῖς λόγους ἀληθεῖς αὐτῷ εἴπῃ, ἀπολύει αὐτό. καὶ ἀρξάμενος ἔλεγε πρῶτον, μὴ βούλεσθαι αὐτῷ περιτυχεῖν, δεύτερον, παραπλησίως ἡμαρτηκέναι τυφλῷ · τρίτον, “κακοὶ κακῶς ἀπόλοιντο πάντες οἱ λύκοι, ὅτι μηδὲν παθόντες ὑφ’ἡμῶν κακῶς πολεμεῖτε ἡμᾶς”. καὶ ὁ λύκος ἀποδεξάμενος τὸ ἀψευδὲς αὐτοῦ ἀπέλυσεν αὐτό. ὁ λόγος δηλοῖ, ὅτι πολλάκις ἡ ἀλήθεια καὶ παρὰ πολεμίοις ἰσχύει.