Aesop and Aesopica

Fables, Fabula 278

λύκος ἐν κλοιῷ δεδεμένον ὁρῶν μέγιστον κύνα ἤρετο · “δήσας τίς σ’ἐξέθρεψε τοῦτον”; ὁ δὲ ἔφη · “κυνηγός”. “ἀλλὰ τοῦτο μὴ πάθοι” · λύκος (ἔφη) “ἐμοὶ φίλος · λιμὸς γὰρ ἡ κλοιοῦ βαρύτης”. ὁ λόγος δηλοῖ τὸ ἐν ταῖς συμφοραῖς οὐ δὲ γαστρίζεσθαι.