ἔριφος ὑστερήσας ἀπὸ ποίμνης ὑπὸ λύκου κατεδιώκετο · ἐπιστραφεὶς δὲ ὁ ἔριφος λέγει τῷ λύκῳ · “πέπεισμαι, λύκε, ὅτι σὸν βρῶμά εἰμι · ἀλλ’ἵνα μὴ ἀδόξως ἀποθάνω, αὔλησον, ὅπως ὀρχήσωμαι”. αὐλοῦντος δὲ τοῦ λύκου καὶ τοῦ ἐρίφου ὀρχουμένου, οἱ κύνες ἀκούσαντες καὶ ἐξελθόντες τὸν λύκον ἐδίωκον · ὁ δὲ ἐπιστραφεὶς λέγει τῷ ἐρίφῳ · “ταῦτα ἐμοὶ καλῶς γίνεται · ἔδει γάρμε, μακελλάριον ὄντα, αὐλητὴν μὴ μιμεῖσθαι”. οὕτως οἱ παρὰ γνώμην τοῦ καιροῦ τι πράττοντες καὶ ὧν ἐν χερσὶν ἔχουσιν ὑστεροῦνται.