ποιμὴν, ἔχων κύνα παμμεγέθη, τούτῳ εἰώθει τὰ ἔμβρυα καὶ τὰ ἀποθνήσκοντα τῶν προβάτων παραβάλλειν. καὶ δὴ ποτε εἰσελθούσης τῆς ποίμνης, ὁ ποιμὴν θεασάμενος τὸν κύνα προσιόντα τοῖς προβάτοις καὶ σαίνοντα αὐτὰ, εἶπεν · “ἀλλ’ὦ οὗτος, ὃ θέλεις σύ τούτοις, ἐπὶ τῇ σῇ κεφαλῇ γένοιτο”. πρὸς ἄνδρα λόγοις μὲν φίλον φαινόμενον, πονηρὰ δὲ κατὰ νοῦν βουλευόμενον.