λάρος ἰχθὺν καταπιὼν, καὶ τοῦ φάρυγγος αὐτοῦ διαρραγέντος, ἐπὶ τῆς ἠϊόνος ἔκειτο νεκρός. ἰκτῖνος δὲ αὐτὸν θεασάμενος ἔφη · “ἄξια σὺ πέπονθας, ὅτι πτηνὸς γεννηθεὶς ἐπὶ θαλάσσης τὴν δίαιταν ἐποιοῦ”. οὕτως οἱ τὰ οἰκεῖα ἐπιτηδεύματα λείποντες καὶ τοῖς μὴ προσήκουσιν ἐπιβάλλοντες εἰκότως δυστυχοῦσι.