ὄνος ἀκούσας τεττίγων ᾀδόντων, ἥσθη ἐπὶ τῇ εὐφωνίᾳ, καὶ ζηλώσας αὐτῶν τὴν ἡδύτητα εἶπε · “τί σιτούμενοι τοιαύτην φωνὴν ἀφίετε”; τῶν δὲ εἰπόντων δρόσον, ὁ ὄνος προσπαραμένων τῇ δρόσῳ, λιμῷ διεφθάρη. οὕτως οἱ τῶν παρὰ φύσιν ἐπιθυμοῦντες, παρὰ τὸ μὴ ἐπιτυχεῖν ὧν ἐφίενται, καὶ τὰ μέγιστα δυστυχοῦσιν.