Aesop and Aesopica

Fables, Fabula 145

ἔχις ἐπὶ δέσμῃ ἀκανθῶν εἴς τινα ποταμὸν ἐφέρετο · ἀλώπηξ δὲ παριοῦσα ὡς ἐθεάσατο αὐτὸν, εἶπεν · “ἄξιος τῆς νεὼς ὁ ναύκληρος”. πρὸς ἄνδρα πονηρὸν μοχθηροῖς πράγμασιν ἐπιχειρήσαντα ὁ λόγος ἁρμόσειεν ἄν.