καθ’ὃν χρόνον ὁμόφωνα ἦν τὰ ζῶα, πόλεμον οἱ λύκοι τοῖς προβάτοις συνῆψαν. τῶν δὲ κυνῶν συμμαχούντων τοῖς θρέμμασι καὶ τοὺς λύκους ἀποσοβούντων, οἱ λύκοι πρεσβευτὴν ἀποστείλαντες ἔφασαν τοῖς πρόβασιν, εἰ βούλοιντο βιοῦν ἐν εἰρήνῃ καὶ μηδένα πόλεμον ὑποπτεύειν, τούς κύνας αὐτοῖς ἐκδοῦναι. τῶν δὲ προβάτων ὑπ’ἀνοίας πεισθέντων καὶ τοὺς κύνας ἐκδεδωκότων, οἱ λύκοι τούςτε κύνας διεσπάραξαν καὶ τὰ πρόβατα ῥᾷστα διέφθειραν.