Aesop and Aesopica

Fables, Fabula 309

δύο τινὲς κατὰ ταὐτὸν ὡδοιπόρουν, καὶ θατέρου πέλεκυν εὑρόντος, ἅτερος ὁ μὴ εὑρὼν παρῄνει αὐτῷ μὴ λέγειν “εὕρηκα,” ἀλλ’“εὑρήκαμεν”. μετὰ μικρὸν δὲ ἐπελθόντων αὐτοῖς τῶν τὸν πέλεκυν ἀποβεβληκότων, ὁ ἔχων αὐτὸν διωκόμενος πρὸς τὸν μὴ εὑρόντα συνοδοιπόρον ἔλεγεν · “ἀπολώλαμεν”. ὁ δ’εἶπεν · “ἀπόλωλα λέγε, οὐκ ἀπολώλαμεν · καὶ γὰρ καὶ ὅτε τὸν πέλεκυν εὖρες, εὕρηκα ἔλεγες, οὐχ εὑρήκαμεν”. ὁ μῦθος δηλοῖ, ὅτι οἱ μὴ μεταλαμβάνοντες τῶν εὐτυχημάτων οὐ δ’ἐν ταῖς συμφοραῖς βέβαιοί εἰσι φίλοι.