ἀνὴρ πένης νοσῶν καὶ κακῶς διακείμενος ηὔξατο τοῖς θεοῖς ἑκατόμβην τελέσαι, εἰ περισώσειαν αὐτόν · οἱ δὲ ἀπόπειραν αὐτοῦ ποιήσασθαι βουλόμενοι, ῥαΐσαι τάχιστα αὐτὸν παρεσκεύασαν. κα- κἀκεῖνος ἐξαναστὰς ἐπειδὴ ἀληθινῶν βοῶν ἠπόρει, στεατίνους ἑκατὸν πλάσας ἐπί τινος βωμοῦ κατέκαυσεν εἰπών · “ἀπέχετε τὴν εὐχὴν, ὦ δαίμονες”. οἱ δὲ θεοὶ βουλόμενοι αὐτὸν ἐν μέρει ἀντιβουκολῆσαι, ὄναρ αὐτῷ ἔπεμψαν, παραινοῦντες ἐλθεῖν εἰς τὸν αἰγιαλόν · ἐκεῖ γὰρ εὑρήσειν ἀττικὰς χιλίας. καὶ ὃς περιχαρὴς γενόμενος, δρομαῖος ἧκεν ἐπὶ τὴν ᾐόνα, ἔνθα δὴ λῃσταῖς περιτυχὼν ἀπήχθη, καὶ ὑπ’αὐτῶν πωλούμενος εὗρε δραχμὰς χιλίας. ὁ λόγος εὔκαιρος πρὸς ἄνδρα ψευδολόγον.