ὀρνιθοθήρας πτηνοῖς παγίδας ἵστα · κόρυδος δὲ αὐτὸν θεασάμενος ἠρώτα, τί ποιεῖ. τοῦ δὲ εἰπόντος πόλιν κτίζειν, καὶ μικρὸν ὑποχωρήσαντος, πεισθεὶς τοῖς λόγοις προσῆλθεν · ἐσθίων δὲ τὸ δέλεαρ ἔλαθεν ἐμπεσὼν εἰς τοὺς βρόχους. τοῦ δὲ ὀρνιθοθήρου προσδραμόντος καὶ συλλαβόντος αὐτὸν, ὁ κόρυδος ἔφη · “ἐὰν τοιαύτας πόλεις κτίζῃς, οὐ πολλοὺς τούς ἐνοικοῦντας εὑρήσεις”. ὁ λόγος δηλοῖ, ὅτι τότε μάλιστα καὶ οἶκοι καὶ πόλεις ἐρημοῦνται, ὅταν οἱ προεστῶτες χαλεπαίνωσι.