Aesop and Aesopica

Fables, Fabula 245

λέοντι προσπτὰς αἰετῶν τις ἐζήτει κοινωνὸς εἶναι · λέων τί κωλύει; πρὸς αὐτὸν εἶπεν · ἀλλ’ἐνέχυρον δώσεις τὠκύπτερόν σου μὴ μεθεῖναι τὴν πίστιν; πῶς γὰρ φίλῳ σοι μὴ μένοντι πιστεύσω; μῦθος ἐκδιδάσκει, μὴ τάχιστα πᾶσι πιστεύειν, καὶ μάλιστα τοῖς μήπω φίλοις.